Martyrdom of Polycarp, 14

English (Translation)

1So they did not nail him, but tied him. Then he, placing his hands behind him and being bound to the stake, like a noble ram out of a great flock for an offering, a burnt sacrifice made ready and acceptable to God, looking up to heaven said; 'O Lord God Almighty, the Father of Thy beloved and blessed Son Jesus Christ, through whom we have received the knowledge of Thee, the God of angels and powers and of all creation and of the whole race of the righteous, who live in Thy presence; 2I bless Thee for that Thou hast granted me this day and hour, that I might receive a portion amongst the number of martyrs in the cup of [Thy] Christ unto resurrection of eternal life, both of soul and of body, in the incorruptibility of the Holy Spirit. May I be received among these in Thy presence this day, as a rich and acceptable sacrifice, as Thou didst prepare and reveal it beforehand, and hast accomplished it, Thou that art the faithful and true God. 3For this cause, yea and for all things, I praise Thee, I bless Thee, I glorify Thee, through the eternal and heavenly High-priest, Jesus Christ, Thy beloved Son, through whom with Him and the Holy Spirit be glory both now [and ever] and for the ages to come. Amen.' (MPo 14)

Greek (Original)

1Οἱ δὲ οὐ καθήλωσαν μέν, προσέδησαν δὲ αὐτόν. ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας καὶ προσδεθείς, ὥσπερ κριὸς ἐπίσημος ἐκ μεγάλου ποιμνίου εἰς προσφοράν, ὁλοκαύτωμα δεκτὸν τῷ θεῷ ἡτοιμασμένον, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός σου Ἰησοῦ Χριστοῦ πατήρ, δι ̓ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήφαμεν, ὁ θεὸς ἀγγέλων καὶ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γένους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου· 2εὐλογῶ σε, ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίου· ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας καὶ πρεφανέρωσας καὶ ἐλήρωσας, ὁ ἀψευδὴς καὶ ἀληθινὸς θεός. 3διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνῶ, σὲ εὐλογῶ, σὲ δοξάζω διὰ τοῦ αἰωνίου καί ἐπουρανίου ἀρχιερέως Ἰησοῦ Χριστοῦ, ἀγαπητοῦ σου παιδός, δι ̓ οὗ σοὶ σὺν αὐτῷ καὶ πνεύματι ἁγίῳ δόξα καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας. ἀμήν. (MPo 14)

Reference:

Language:

 English  Greek  Both