Ignatius to the Romans, 4

English (Translation)

1I write to all the churches, and I bid all men know, that of my own free will I die for God unless Ye should hinder me. I exhort you, be ye not an unseasonable kindness to me. Let me be given to the wild beasts, for through them I can attain unto God. I am God's wheat, and I am ground by the teeth of wild beasts that I may be found pure bread [of Christ]. 2Rather entice the wild beasts, that they may become my sepulchre and may leave no part of my body behind, so that I may not, when I am fallen asleep, be burdensome to any one. Then shall I be truly a disciple of Jesus Christ, when the world shall not so much as see my body. Supplicate the Lord for me, that through these instruments I may be found a sacrifice to God. 3I do not enjoin you, as Peter and Paul did. They were Apostles, I am a convict; they were free, but I am a slave to this very hour. Yet if I shall suffer, then am I a freed-man of Jesus Christ, and I shall rise free in Him. Now I am learning in my bonds to put away every desire. (IRo 4)

Greek (Original)

1Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις, καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βοράν, δι ̓ ὧν ἔνεστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι θεοῦ καὶ δι ̓ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ Χριστοῦ. 2μᾶλλον κολακεύσατε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρύς τινι γένωμαι. τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θυσία εὑρεθῶ. 3οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν. ἐκεῖνοι ἀπόστολοι, ἐγὼ κατάκριτος· ἐκεῖνοι ἐλεύθεροι, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλ ̓ ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω δεδεμένος μηδὲν ἐπιθυμεῖν. (IRo 4)

Reference:

Language:

 English  Greek  Both