English (Translation) 1I therefore did my own part, as a man composed unto union. But where there is division and anger, there God abideth not. Now the Lord forgiveth all men when they repent, if repenting they return to the unity of God and to the council of the bishop. I have faith in the grace of Jesus Christ, who shall strike off every fetter from you; and I entreat you, 2Do ye nothing in a spirit of factiousness but after the teaching of Christ. For I heard certain persons saying, If I find it not in the charters, I believe it not in the Gospel. And when I said to them, It is written, they answered me That is the question. But as for me, my charter is Jesus Christ, the inviolable charter is His cross and His death and His resurrection, and faith through Him; wherein I desire to be justified through your prayers. (IPh 8) | Greek (Original) 1Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν καὶ ὀργή, θεὸς οὐ κατοικεῖ. πᾶσιν οὖν μετανοοῦσιν ἀφίει ὁ κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφ ̓ ὑμῶν πάντα δεσμόν. 2παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατ ̓ ἐριθείαν πράσσειν, ἀλλὰ κατὰ χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ εὐαγγελίῳ οὐ πιστεύω· καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ δι ̓ αὐτοῦ, ἐν οἷς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι. (IPh 8) |