English (Translation) 1My brethren, my heart overfloweth altogether in love towards you; and rejoicing above measure I watch over your safety; yet not I, but Jesus Christ, wearing whose bonds I am the more afraid, because I am not yet perfected. But your prayer will make me perfect [unto God], that I may attain unto the inheritance wherein I have found mercy, taking refuge in the Gospel as the flesh of Jesus and in the Apostles as the presbytery of the Church. 2Yea, and we love the prophets also, because they too pointed to the Gospel in their preaching and set their hope on Him and awaited Him; in whom also having faith they were saved in the unity of Jesus Christ, being worthy of all love and admiration as holy men, approved of Jesus Christ and numbered together in the Gospel of our common hope. (IPh 5) | Greek (Original) 1Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλ ̓ Ἰησοῦς Χριστός, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος· ἀλλ ̓ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. 2καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ᾦ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες, ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοί ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος. (IPh 5) |