English (Translation) 1For some are wont of malicious guile to hawk about the Name, while they do certain other things unworthy of God. These men ye ought to shun, as wild-beasts; for they are mad dogs, biting by stealth; against whom ye ought to be on your guard, for they are hard to heal. 2There is one only physician, of flesh and of spirit, generate and in- generate, God in man, true Life in death, Son of Mary and Son of God, first passible and then impassible, Jesus Christ our Lord. (IEp 7) | Greek (Original) 1Εἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ· οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν· εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους. 2εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν. (IEp 7) |