English (Translation) 1But as touching the eucharistic thanksgiving give ye thanks thus. 2First, as regards the cup: We give Thee thanks, O our Father, for the holy vine of Thy son David, which Thou madest known unto us through Thy Son Jesus; Thine is the glory for ever and ever. 3Then as regarding the broken bread: We give Thee thanks, O our Father, for the life and knowledge which Thou didst make known unto us through Thy Son Jesus; Thine is the glory for ever and ever. 4As this broken bread was scattered upon the mountains and being gathered together became one, so may Thy Church be gathered together from the ends of the earth into Thy kingdom; for Thine is the glory and the power through Jesus Christ for ever and ever. 5But let no one eat or drink of this eucharistic thanksgiving, but they that have been baptized into the name of the Lord; for concerning this also the Lord hath said: Give not that which is holy to the dogs. (Did 9) | Greek (Original) 1Περὶ δὲ τῆς εὐχαριστίας οὕτως εὐχαριστήσατε· 2πρῶτον περὶ τοῦ ποτηρίου· Εὐχαριστοῦμέν σοι πάτερ ἡμῶν ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 3περὶ δὲ τοῦ κλάσματος· Εὐχαριστοῦμέν σοι πάτερ ἡμῶν ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 4ὥσπερ ἦν τοῦτο τὸ κλάσμα δΙΣμκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας. 5μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν ἀλλ ̓ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. (Did 9) |