Didache, 3

English (Translation)

1My child, flee from every evil and everything that resembleth it. 2Be not angry, for anger leadeth to murder, nor jealous nor contentious nor wrathful; for of all these things murders are engendered. 3My child, be not lustful, for lust leadeth to fornication, neither foul-speaking neither with uplifted eyes; for of all these things adulteries are engendered. 4My child, be no dealer in omens, since it leads to idolatry, nor an enchanter nor an astrologer nor a magician, neither be willing to look at them; for from all these things idolatry is engendered. 5My child, be not a liar, since lying leads to theft, neither avaricious neither vainglorious; for from all these things thefts are engendered. 6My child, be not a murmurer, since it leadeth to blasphemy, neither self-willed neither a thinker of evil thoughts; for from all these things blasphemies are engendered. 7But be meek, since the meek shall inherit the earth. 8Be long-suffering and pitiful and guileless and quiet and kindly and always fearing the words which thou hast heard. 9Thou shalt not exalt thyself, neither shalt thou admit boldness into thy soul. Thy soul shall not cleave together with the lofty, but with the righteous and humble shalt thou walk. 10The accidents that befall thee thou shalt receive as good, knowing that nothing is done without God. (Did 3)

Greek (Original)

1Τέκνον μου φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ. 2μὴ γίνου ὀργίλος ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται. 3τέκνον μου μὴ γίνου ἐπιθυμητής ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος· ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται. 4τέκνον μου μὴ γίνου οἰωνοσκόπος ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται. 5τέκνον μου μὴ γίνου ψεύστης ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν μηδὲ φιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται. 6τέκνον μου μὴ γίνου γόγγυσος ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν μηδὲ αὐθάδης μηδὲ πονηρόφρων· ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται. 7ἴσθι δὲ πραύ̈ς ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν. 8γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός οὓς ἤκουσας. 9οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. 10τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. (Did 3)

Reference:

Language:

 English  Greek  Both