English (Translation) 1Be watchful for your life; let your lamps not be quenched and your loins not ungirdled, but be ye ready; for ye know not the hour the hour in which our Lord cometh. 2And ye shall gather yourselves together frequently, seeking what is fitting for your souls; for the whole time of your faith shall not profit you, if ye be not perfected at the last season. 3For in the last days the false prophets and corrupters shall be multiplied, and the sheep shall be turned into wolves, and love shall be turned into hate. 4For as lawlessness increaseth, they shall hate one another and shall persecute and betray. And then the world-deceiver shall appear as a son of God; and shall work signs and wonders, and the earth shall be delivered into his hands; and he shall do unholy things, which have never been since the world began. 5Then all created mankind shall come to the fire of testing, and many shall be offended and perish; but they that endure in their faith shall be saved by the Curse Himself. 6And then shall the signs of the truth appear; first a sign of a rift in the heaven, then a sign of a voice of a trumpet, and thirdly a resurrection of the dead; 7yet not of all, but as it was said: The Lord shall come and all His saints with Him. 8Then shall the world see the Lord coming upon the clouds of heaven. (Did 16) | Greek (Original) 1Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν· οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν ἀλλὰ γίνεσθε ἕτοιμοι· οὐ γὰρ οἴδατε τὴν ὥραν ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται. 2πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν· οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πὰς χρόνος τῆς πίστεως ὑμῶν ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε. 3ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος. 4αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸς θεοῦ καὶ ποιήσει σημεῖα καὶ τέρατα καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ καὶ ποιήσει ἀθέμιτα ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος. 5τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ ̓ αὐτοῦ τοῦ καταθέματος. 6καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας· πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ εἶτα σημεῖον φωνῆς σάλπιγγος καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν. 7οὐ πάντων δέ ἀλλ ̓ ὡς ἐρρέθη· Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ ̓ αὐτοῦ. 8τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ. (Did 16) |