English (Translation) 1Whosoever therefore shall come and teach you all these things that have been said before, receive him; 2but if the teacher himself be perverted and teach a different doctrine to the destruction thereof, hear him not; but if to the increase of righteousness and the knowledge of the Lord, receive him as the Lord. 3But concerning the apostles and prophets, so do ye according to the ordinance of the Gospel. 4Let every apostle, when he cometh to you, be received as the Lord; 5but he shall not abide more than a single day, or if there be need, a second likewise; but if he abide three days, he is a false prophet. 6And when he departeth let the apostle receive nothing save bread, until he findeth shelter; but if he ask money, he is a false prophet. 7And any prophet speaking in the Spirit ye shall not try neither discern; for every sin shall be forgiven, but this sin shall not be forgiven. 8Yet not every one that speaketh in the Spirit is a prophet, but only if he have the ways of the Lord. From his ways therefore the false prophet and the prophet shall be recognized. 9And no prophet when he ordereth a table in the Spirit shall eat of it; otherwise he is a false prophet. 10And every prophet teaching the truth, if he doeth not what he teacheth, is a false prophet. 11And every prophet approved and found true, if he doeth ought as an outward mystery typical of the Church, and yet teacheth you not to do all that he himself doeth, shall not be judged before you; he hath his judgment in the presence of God; for in like manner also did the prophets of old time. 12And whosoever shall say in the Spirit, Give me silver or anything else, ye shall not listen to him; but if he tell you to give on behalf of others that are in want, let no man judge him. (Did 11) | Greek (Original) 1Ὃς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα δέξασθε αὐτόν· 2ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι μὴ αὐτοῦ ἀκούσητε· εἰς δὲ τὸ προσθεῖναι δικαιοσύνην καὶ γνῶσιν κυρίου δέξασθε αὐτὸν ὡς κύριον. 3Περὶ δὲ τὼν ἀποστόλων καὶ προφητῶν κατὰ τὸ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε. 4πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος· 5οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν· ἐὰν δὲ ᾖ χρεία καὶ τὴν ἄλλην· τρεῖς δὲ ἐὰν μείνῃ ψευδοπροφήτης ἐστίν. 6ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον ἕως οὗ αὐλισθῇ· ἐὰν δὲ ἀργύριον αἰτῇ ψευδοπροφήτης ἐστί. 7Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε· πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται. 8οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν ἀλλ ̓ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης. 9καὶ πᾶς προφήτης ὁρίζων τράπεζαν ἐν πνεύματι οὐ φάγεται ἀπ ̓ αὐτῆς εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί. 10πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν εἰ ἃ διδάσκει οὐ ποιεῖ ψευδοπροφήτης ἐστί. 11πᾶς δὲ προφήτης δεδοκιμασμένος ἀληθινός ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας μὴ διδάσκων δὲ ποιεῖν ὅσα αὐτὸς ποιεῖ οὐ κριθήσεται ἐφ ̓ ὑμῶν· μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν· ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται. 12ὃς δ ̓ ἂν εἴπῃ ἐν πνεύματι· δός μοι ἀργύρια ἢ ἕτερά τινα οὐκ ἀκούσεσθε αὐτοῦ· ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι μηδεὶς αὐτὸν κρινέτω. (Did 11) |