English (Translation) 1There are two ways, one of life and one of death, and there is a great difference between the two ways. 2The way of life is this. First of all, thou shalt love the God that made thee; secondly, Thy neighbor as thyself. And all things whatsoever thou wouldst not have befall thyself, neither do thou unto another. 3Now of these words the doctrine is this. Bless them that curse you, and pray for your enemies and fast for them that persecute you; for what thank is it, if ye love them that love you? Do not even the Gentiles the same? But do ye love them that hate you that hate you, and ye shall not have an enemy. 4Abstain thou from fleshly and bodily lusts. If any man give thee a blow on thy right cheek, turn to him the other also, and thou shalt be perfect; If a man impress thee to go with him one mile, go with him twain; if a man take away thy cloak, give him thy coat also; if a man take away from thee that which is thy own, ask it not back, for neither art thou able. 5To every man that asketh of thee give, and ask not back for the Father desireth that gifts be given to all from His own bounties. Blessed is he that giveth according to the commandment; for he is guiltless. Woe to him that receiveth; for, if a man receiveth having need, he is guiltless; but he that hath no need shall give satisfaction why and wherefore he received and being put in confinement he shall be examined concerning the deeds that he hath done, and he shall not come out thence until he hath given back the last farthing. 6Yea, as touching this also it is said; Let thine alms sweat into thine hands, until thou have learnt to whom to give. (Did 1) | Greek (Original) 1Ὁδοί δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάθου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν. 2Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη· πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν· πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι καὶ σὺ ἄλλῳ μὴ ποίει. 3Τούτων δέ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη· εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς· ποία γὰρ χάρις ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς καὶ οὐχ ἕξετε ἐχθρόν. 4ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν· ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα στρέψον αὐτῷ καὶ τὴν ἄλλην καὶ ἔσῃ τέλειος· ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν ὕπαγε μετ ̓ αὐτοῦ δύο· ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου δὸς αὐτῷ καὶ τὸν χιτῶνα· ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν μὴ ἀπαίτει· οὐδὲ γὰρ δύνασαι. 5παντὶ τῷ αἰοῦντί σε δίδου καὶ μὴ ἀπαίτει· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν· ἀθῷος γάρ ἐστιν. Οὐαὶ τῷ λαμβάνοντι· εἰ μὲν γὰρ χρείαν ἔχων λαμβάνει τις ἀθῷος ἔσται· ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην ἱνατί ἔλαβε καὶ εἰς τί· ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην. 6ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται· Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου μέχρις ἂν γνῷς τίνι δῷς. (Did 1) |